Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ Κύριε Ἐκέκραξα, ψάλλομεν τὰ Ἰδιόμελα·

Ἦχος α’.

Εἰς ἀναμάρτητον χώραν, καὶ ζωηρὰν ἐπιστεύθην, γεωσπορήσας τὴν ἁμαρτίαν· τῇ δρεπάνῃ ἐθέρισα, τοὺς στάχυας τῆς ἀμελείας, καὶ δραγμάτων ἐστοίβασα, πράξεών μου τὰς θημωνίας, ἃς καὶ κατέστρωσα οὐχ ἅλωνι τῆς μετανοίας. Ἀλλ´ αἰτῶ σε, τὸν προαιώνιον γεωργὸν ἡμῶν Θεόν· Τῷ ἀνέμῳ τῆς σῆς φιλευσπλαγχνίας, ἀπολίκμισον τὸ ἄχυρον τῶν ἔργων μου, καὶ σιτάρχησον τῇ ψυχῇ μου τὴν ἄφεσιν, εἰς τὴν οὐράνιόν σου συγκλείων με ἀποθήκην, καὶ σῶσόν με.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2]

 

Ἦχος α’.

Ἐπιγνῶμεν ἀδελφοί, τοῦ μυστηρίου τὴν δύναμιν· τὸν γὰρ ἐκ τῆς ἁμαρτίας, πρὸς τὴν πατρικὴν ἑστίαν, ἀναδραμόντα Ἄσωτον Υἱὸν ὁ πανάγαθος Πατήρ, προϋπαντήσας ἀσπάζεται, καὶ πάλιν τῆς οἰκείας δόξης, χαρίζεται τὰ γνωρίσματα, καὶ μυστικὴν τοῖς ἄνω, ἐπιτελεῖ εὐφροσύνην, θύων τὸν μόσχον τὸν σιτευτόν, ἵνα ἡμεῖς ἀξίως πολιτευσώμεθα, τῷ τε θύσαντι φιλανθρώπῳ Πατρί, καὶ τῷ ἐνδόξῳ θύματι, τῷ Σωτήρι τῶν ψυχῶν ἡμῶν.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2]

 

Δοξαστικόν. Ἦχος β’.

Ὢ πόσων ἀγαθῶν, ὁ ἄθλιος ἐμαυτὸν ἐστέρησα! ὢ ποίας βασιλείας ἐξέπεσα ὁ ταλαίπωρος ἐγώ! τὸν πλοῦτον ἠνάλωσα, ὅν περ ἔλαβον· τὴν ἐντολὴν παρέβην. Οἴμοι τάλαινα ψυχή! τῷ πυρὶ τῷ αἰωνίῳ λοιπὸν καταδικάζεσαι· διὸ πρὸ τέλους βόησον Χριστῷ τῷ Θεῷ· Ὡς τὸν Ἄσωτον δέξαι με Υἱόν, ὁ Θεός, καὶ ἐλέησόν με.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2]

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Κωνσταντῖνος Πρίγγος.
[ 3΄ 19΄΄]

 

Δοξαστικὸν τῶν Ἀποστίχων. Ἦχος πλ. β’.

Τῆς πατρικῆς δωρεᾶς, διασκορπίσας τὸν πλοῦτον, ἀλόγοις συνεβοσκόμην ὁ τάλας κτήνεσι, καὶ τῆς αὐτῶν ὀρεγόμενος τροφῆς ἐλίμωττον μὴ χορταζόμενος· ἀλλ᾽ ὑποστρέψας πρὸς τὸν εὔσπλαγχνον Πατέρα, κραυγάζω σὺν δάκρυσι· Δέξαι με ὡς μίσθιον, προσπίπτοντα τῇ φιλανθρωπίᾳ σου, καὶ σῶσόν με.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2]

ΚΑΤΑΒΑΣΙΑΙ

Ἦχος β’.

Τὴν Μωσέως ᾠδὴν...

Μουσικὸν κείμενον ἀργῶν καταβασιῶν ὑπό Πέτρου Βυζαντίου.

Σελίδες [1] [2] [3] [4] [5]

ΑΙΝΟΙ

Εἰς τοὺς Αἴνους, ψάλλομεν τὰ Ἰδιόμελα·

Ἦχος β’.

Τὴν τοῦ Ἀσώτου φωνὴν προσφέρω σοι Κύριε, Ἥμαρτον ἐνώπιον τῶν ὀφθαλμῶν σου ἀγαθέ· ἐσκόρπισα τὸν πλοῦτον τῶν χαρισμάτων σου· ἀλλὰ δέξαι με μετανοοῦντα, Σωτὴρ καὶ σῶσόν με.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελὶς [1]

Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος κ. Βασίλειος Ἐμμανουηλίδης.
[ 1΄ 10΄΄]

 

Ἦχος δ’.

Ὡς ὁ Ἄσωτος Υἱός, ἦλθον κἀγὼ Οἰκτίρμων, ὁ τὸν βίον ὅλον δαπανήσας ἐν τῇ ἀποδημίᾳ· ἐσκόρπισα τὸν πλοῦτον, ὃν δέδωκάς μοι Πάτερ· δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1]

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 1΄ 19΄΄]

 

Ἦχος πλ. δ’.

Δαπανήσας ἀσώτως, τῆς πατρικῆς οὐσίας τὸν πλοῦτον, καὶ καταναλώσας, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν· καὶ μηκέτι φέρων τὸ μετὰ τούτων συνοικέσιον, ἐπιστρέψας βοῶ σοι τῷ οἰκτίρμονι Πατρί· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱὸς σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2]

Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος κ. Βασίλειος Ἐμμανουηλίδης.
[ 2΄ 11΄΄]

 

ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ

Δόξα... Ἦχος πλ. β´.

Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ σοῦ, μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς Βασιλείας σου· ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον· τῆς ψυχῆς τὰ χαρίσματα, ἀσώτως διεσκόρπισα· ἀναστὰς οὖν, ἐπ