Α´ Kυριακὴ τῶν Νηστειῶν
τῆς Ὀρθοδοξίας

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Δοξαστικόν. Ἦχος β’.

Ἡ χάρις ἐπέλαμψε τῆς ἀληθείας· τὰ προτυπούμενα πάλαι σκιωδῶς νῦν ἀναφανδὸν ἐκτετέλεσται· ἰδοὺ γὰρ ἡ Ἐκκλησία, τὴν ἔνσωμον Εἰκόνα Χριστοῦ, ὡς ὑπερκόσμιον κόσμον ἐπαμφιέννυται, τῆς σκηνῆς τοῦ μαρτυρίου τὸν τύπον προϋπογράφουσα, καὶ τὴν Ὀρθόδοξον Πίστιν κατέχουσα· ἵνα ὃν σεβόμεθα, τούτου καὶ τὴν Εἰκόνα διακρατοῦντες μὴ πλανώμεθα. Ἐνδυσάσθωσαν αἰσχύνην, οἱ οὕτω μὴ πιστεύοντες· ἡμῖν γὰρ δόξα τοῦ Σαρκωθέντος ἡ μορφή, εὐσεβῶς προσκυνουμένη, οὐ θεοποιουμένη. Ταύτην κατασπαζόμενοι, πιστοὶ βοήσωμεν· Ὁ Θεὸς σῷσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2] [3]

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 4΄ 53΄΄]

 

Δοξαστικὸν τῶν Ἀποστίχων. Ἦχος β’.

Οἱ ἐξ ἀσεβείας, εἰς εὐσέβειαν προβάντες, καὶ τῷ φωτὶ τῆς γνώσεως ἐλλαμφθέντες, ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν, εὐχαριστήριον αἶνον Θεῷ προσάγοντες· καὶ τὰς ἐν τοίχοις καὶ πίναξι, καὶ ἱεροῖς σκεύεσιν ἐγχαραχθείσας ἱερὰς Χριστοῦ Εἰκόνας, τῆς Πανάγνου, καὶ πάντων τῶν Ἁγίων, τιμητικῶς προσκυνήσωμεν, ἀποβαλλόμενοι τὴν δυσσεβῆ τῶν κακοδόξων θρησκείαν· ἡ γὰρ τιμὴ τῆς Εἰκόνος, ὥς φησι Βασίλειος, ἐπὶ τὸ πρωτότυπον διαβαίνει· αἰτούμενοι ταῖς πρεσβείαις τῆς ἀχράντου σου Μητρός, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2]

Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. Νικόλαος Δανιηλίδης.
[ 3΄ 46΄΄]

ΑΠΟΛΥΤΙΚΙΟΝ

Ἦχος β´.

Τὴν ἄχραντον Εἰκόνα σου...

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελὶς [1]

ΚΑΤΑΒΑΣΙΑΙ

Ἦχος δ’.

Καταβασία α´ ᾩδῆς

Θαλάσσης τὸ ἐρυθραῖον...

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 2΄ 31΄΄]

Καταβασία θ´ ᾩδῆς

Λίθος ἀχειρότμητος...

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 0΄ 41΄΄]

ΑΙΝΟΙ

Ἦχος δ’.

Ἐν σοὶ νῦν ἀγάλλεται...

Σαρκὸς τὸ ἐκτύπωμα...

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 1΄ 56΄΄]

Ἡμέρα χαρμόσυνος, καὶ εὐφροσύνης ἀνάπλεως, πεφανέρωται σήμερον· φαιδρότης δογμάτων γάρ, τῶν ἀληθεστάτων, ἀστράπτει καὶ λάμπει, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, κεκοσμημένη ἀναστηλώσεσιν, Εἰκόνων τῶν ἁγίων νῦν, ἐκτυπωμάτων καὶ λάμψεσι· καὶ ὁμόνοια γίνεται, τῶν πιστῶν θεοβράβευτος.

Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. Νικόλαος Δανιηλίδης.
[ 0΄ 52΄΄]

Ψάλλουν οἱ Λεωνίδας Ἀστέρης καὶ Ἰωάννης Χαριατίδης
[ 4΄ 30΄΄]

 

ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ

Δόξα... Ἦχος πλ. β´.

Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας...

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2]

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Λεωνίδας Ἀστέρης.
[ 4΄ 14΄΄]

Τὰ τροπάρια μετὰ τὸν Ν´ ψαλμόν.

Κυριακὴ τῆς Ὀρθοδοξίας 2005 ἀπὸ τὸ Πατριαρχεῖον.

Ἐπιστροφή