Kυριακὴ τῆς Τυρινῆς

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Δοξαστικόν. Ἦχος πλ. β’.

Ἐκάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τὸν ἀπάτη πονηρὰ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα! Οἴμοι, τὸν ἁπλότητι γυμνόν, νῦν δὲ ἠπορημένον! Ἀλλ᾽ ὦ Παράδεισε, οὐκέτι σου τῆς τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι τὸν Κύριον καὶ Θεόν μου καὶ Πλάστην· εἰς γὴν γάρ ἀπελεύσομαι, ἐξ ἧς καὶ προσελήφθην. Ἐλεῆμον Οἰκτίρμον βοῶ σοι· Ἐλέησόν με τὸν παραπεσόντα.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2]

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 5΄ 03΄΄]

 

Δοξαστικὸν τῶν Ἀποστίχων. Ἦχος πλ. β’.

Ἐξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, διὰ τῆς βρώσεως· διὸ καὶ καθεζόμενος ἀπέναντι τούτου, ὠδύρετο, ὁλολύζων, ἐλεεινῇ τῇ φωνῇ, καὶ ἔλεγεν· Οἴμοι, τί πέπονθα ὁ τάλας ἐγώ! μίαν ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν παντοίων ἐστέρημαι. Παράδεισε ἁγιώτατε, ὁ δι᾽ ἐμὲ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευε τῷ σὲ ποιήσαντι, κᾀμὲ πλάσαντι, ὅπως τῶν σῶν ἀνθέων πλησθήσωμαι. Διὸ καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὅτι τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλλω ἔξω.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2] [3]

ΚΑΝΩΝ
Τροπάριον α´ ᾩδῆς. Ἦχος πλ. β’.

Δεῦρο ψυχή μου ἀθλία, κλαῦσον τὰ σοί, πεπραγμένα σήμερον, μνημονεύουσα τῆς πρίν, ἐν Ἐδὲμ γυμνώσεως, δι᾽ ἧς, ἐξεβλήθης τῆς τρυφῆς, καὶ τῆς ἀλήκτου χαράς.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 0΄ 25΄΄]

ΚΑΤΑΒΑΣΙΑΙ

Ἦχος πλ. β’.

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ...

Μουσικὸν κείμενον ἀργῶν καταβασιῶν ὑπὸ τοῦ Ἄρχοντος Δομεστίκου τῆς Μ.τ.Χ.Ἐ. Δημοσθένους Παϊκοπούλου.

Σελίδες [1] [2] [3] [4] [5] [6] [7] [8]

Ἀργὴ Καταβασία α´ ᾩδῆς

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραὴλ ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραὼ καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 0΄ 59΄΄]

Ἀργὴ Καταβασία ε´ ᾩδῆς

Τῷ θείῳ φέγγει σου, ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχὰς πόθῳ καταύγασον, δέομαι, σὲ εἰδέναι, Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 1΄ 40΄΄]

Ἀργὴ Καταβασία ζ´ ᾩδῆς

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο ἄγγελος τοῖς ὁσίοις παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ, ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 1΄ 22΄΄]

Ἀργὴ Καταβασία η´ ᾩδῆς

Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς, Χριστέ, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 1΄ 39΄΄]

Ἀργὴ Καταβασία θ´ ᾩδῆς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δέ, πάναγνε, ὡράθη βροτοῖς Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 1΄ 44΄΄]

ΑΙΝΟΙ

Εἰς τοὺς Αἴνους, ψάλλομεν τὰ Ἰδιόμελα·

Ἦχος πλ. α’.

Οἴμοι! ὁ Ἀδάμ, ἐν θρήνῳ κέκραγεν, ὅτι ὄφις καὶ γυνή, θεϊκῆς παρρησίας με ἔξωσαν, καὶ Παραδείσου τῆς τρυφῆς ξύλου βρῶσις ἠλλοτρίωσεν. Οἴμοι! οὐ φέρω λοιπόν τὸ ὄνειδος, ὁ ποτὲ βασιλεὺς τῶν ἐπιγείων πάντων κτισμάτων Θεοῦ, νῦν αἰχμάλωτος ὤφθην, ὑπὸ μιᾶς ἀθέσμου συμβουλῆς, καὶ ὁ ποτὲ δόξαν ἀθανασίας ἠμφιεσμένος, τῆς νεκρώσεως τὴν δοράν, ὡς θνητὸς ἐλεεινῶς περιφέρω. Οἴμοι! τίνα τῶν θρήνων συνεργάτην ποιήσομαι; Ἀλλὰ σὺ Φιλάνθρωπε, ὁ ἐκ γῆς δημιουργήσας με, εὐσπλαγχνίαν φορέσας, τῆς δουλείας τοῦ ἐχθροῦ, ἀνακάλεσαι καὶ σῷσόν με.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2]

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 2΄ 52΄΄]

 

Ἦχος πλ. α’.

Τὸ στάδιον τῶν ἀρετῶν ἠνέωκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα, οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄῤῥηκτον κατέχοντες τὴν Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν κακίαν. Ὁ ποιῶν ταῦτα, τὸν ἀληθινὸν κομίζεται στέφανον, παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2] [3]

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 4΄ 23΄΄]

 

Ἦχος πλ. β’.

Ἀδὰμ τοῦ Παραδείσου διώκεται, τροφῆς μεταλαβὼν ὡς παρήκοος, Μωσῆς θεόπτης ἐχρημάτισε, νηστείᾳ τὰ ὄμματα, τῆς ψυχῆς καθηράμενος. Διὸ τοῦ Παραδείσου οἰκήτορες γενέσθαι ἐπιποθοῦντες, ἀπαλλαγῶμεν τῆς ἁλυσιτελοῦς τροφῆς, καὶ Θεὸν καθορᾷν ἐφιέμενοι, Μωσαϊκῶς τὴν τετράδα, τῆς δεκάδος νηστεύσωμεν, προσευχῇ καὶ τῇ δεήσει, εἰλικρινῶς προσκαρτεροῦντες, κατευνάσωμεν τῆς ψυχῆς τὰ παθήματα, ἀποσοβήσωμεν τῆς σαρκὸς τὰ οἰδήματα, κοῦφοι πρὸς τὴν ἄνω πορείαν μετίωμεν, ὅπου αἱ τῶν Ἀγγέλων χορεῖαι, ἀσιγήτοις φωναῖς, τὴν ἀδιαίρετον ἀνυμνοῦσι Τριάδα, καθορᾷν τὸ ἀμήχανον κάλλος, καὶ δεσποτικόν. Ἐκεῖ ἀξίωσον ἡμᾶς, Υἱὲ Θεοῦ ζωοδότα, τούς ἐπὶ σοὶ πεποιθότας, συγχορεῦσαι ταῖς τῶν Ἀγγέλων στρατιαῖς, ταῖς τῆς τεκούσης σε Μητρὸς Χριστὲ πρεσβείαις, καὶ Ἀποστόλων, καὶ τῶν Μαρτύρων, καὶ πάντων τῶν Ἁγίων..

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2] [3]

 

ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ

Δόξα... Ἦχος πλ. β´.

Ἔφθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παῤῥησία, δι' αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ Κτίστη συνόμιλος, καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο, Κύριε, δι' αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τήν ἁγίαν Ἀνάστασιν, ὡς φιλάνθρωπος.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2]

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 4΄ 23΄΄]

ΚΟΝΤΑΚΙΟΝ

Ἦχος πλ. β´.

Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ, τῶν ἀφρόνων παιδευτά, καὶ πτωχῶν ὑπερασπιστά, στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα. Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρός Λόγος, ἰδοὺ γὰρ τὰ χείλη μου, οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελὶς [1]

Τὰ τροπάρια μετὰ τὸν Ν´ ψαλμόν.

Ἐπιστροφή