Νικόλαος Δανιηλίδης

Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ.

Ἀπολυτίκια

Εἰς τὸν Κατανυκτικὸν Ἑσπερινόν

Ἦχος πλ. α´.

Θεοτόκε Παρθένε, χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν.

Δόξα...

Ἱκετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι καὶ ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

Καὶ νῦν...

Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε. Τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ᾽ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.

Ψάλλουν ὁ ἀείμνηστος Ἄρχων Πρωτ. τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας καὶ ὁ ἀείμνηστος Ἄρχων Λαμπαδάριος Νικ. Δανιηλίδης.
[ 2΄ 04΄΄]

Βιογραφικόν

Τὴν τιμιωτέραν...

Οἱ ἐξ ἀσεβείας...

Ἡμέρα χαρμόσυνος...

Μάρτυρες Κυρίου... Τὰ οὐράνια ὑμνεῖ σε..

Ἐλέησόν με ὁ Θεός...

 

ΑΡΧΙΚΗ ] ΕΠΙΣΤΡΟΦΗ ] ΠΕΡΙΕΧΟΜΕΝΑ ]