Κυριακὴ Τελώνου καὶ Φαρισαίου

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ Κύριε Ἐκέκραξα, ψάλλομεν τὰ Ἰδιόμελα·

Ἦχος α’.

Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ταπεινωθῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νηστείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελὶς [1]

Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. κ. Βασίλειος Ἐμμανουηλίδης
[ 1΄ 40΄΄]

 

Ἦχος α’.

Φαρισαῖος κενοδοξίᾳ νικώμενος, καὶ Τελώνης τῇ μετανοίᾳ κλινόμενος, προσῆλθόν σοι τῷ μόνῳ Δεσπότῃ· ἀλλ᾽ ὁ μὲν καυχησάμενος, ἐστερήθη τῶν ἀγαθῶν· ὁ δὲ μὴ φθεγξάμενος, ἠξιώθη τῶν δωρεῶν. Ἐν τούτοις τοῖς στεναγμοῖς, στήριξόν με Χριστὲ ὁ Θεὸς, ὡς φιλάνθρωπος.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελὶς [1]

Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. κ. Βασίλειος Ἐμμανουηλίδης
[ 1΄ 49΄΄]

 

Δοξαστικόν. Ἦχος πλ. δ’.

Παντοκράτορ Κύριε, οἶδα, πόσα δύνανται τὰ δάκρυα. Ἐζεκίαν γὰρ τῶν πυλῶν τοῦ θανάτου ἀνήγαγον· τὴν ἁμαρτωλὸν ἐκ τῶν χρονίων πταισμάτων ἐῤῥύσαντο· τόν δὲ Τελώνην, ὑπὲρ τὸν Φαρισαῖον ἐδικαίωσαν· καὶ δέομαι, σὺν αὐτοῖς ἀριθμήσας· Ἐλέησόν με.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2]

 

Δοξαστικὸν τῶν Ἀποστίχων. Ἦχος πλ. α’.

Βεβαρημένων τῶν ὀφθαλμῶν μου ἐκ τῶν ἀνομιῶν μου, οὐ δύναμαι ἀτενίσαι, καὶ ἰδεῖν τὸν αἰθέρα τοῦ οὐρανοῦ, ἀλλὰ δέξαι με ὡς τὸν Τελώνην, μετανοοῦντα Σωτήρ, καὶ ἐλέησόν με.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελὶς [1]

ΚΑΝΩΝ
Τροπάρια ἐκ τῆς α´ ᾩδῆς. Ἦχος πλ. β’.

Παραβολαῖς ἐμβιβάζων πάντας Χριστός, πρὸς βίου διόρθωσιν, τὸν Τελώνην ἀνυψοῖ, ἐκ τῆς ταπεινώσεως δεικνύς, Φαρισαῖον τῇ ἐπάρσει ταπεινούμενον.

Ὡς Τελώνης στενάζω, καὶ ὀδυρμοῖς ἀσιγήτοις Κύριε, νῦν προσέρχομαι τῇ σῇ εὐσπλαγχνίᾳ, οἴκτειρον κἀμέ, ταπεινώσει τὴν ζωήν, νῦν διεξάγοντα.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 0΄ 56΄΄]

ΚΑΤΑΒΑΣΙΑΙ

Ἦχος πλ. β’.

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ...

Μουσικὸν κείμενον ἀργῶν καταβασιῶν ὑπὸ τοῦ Ἄρχοντος Δομεστίκου τῆς Μ.τ.Χ.Ἐ. Δημοσθένους Παϊκοπούλου.

Σελίδες [1] [2] [3] [4] [5] [6] [7] [8]

Ἀργὴ Καταβασία α´ ᾩδῆς

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραὴλ ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραὼ καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 0΄ 59΄΄]

Ἀργὴ Καταβασία ε´ ᾩδῆς

Τῷ θείῳ φέγγει σου, ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχὰς πόθῳ καταύγασον, δέομαι, σὲ εἰδέναι, Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 1΄ 40΄΄]

Ἀργὴ Καταβασία ζ´ ᾩδῆς

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο ἄγγελος τοῖς ὁσίοις παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ, ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 1΄ 22΄΄]

Ἀργὴ Καταβασία η´ ᾩδῆς

Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς, Χριστέ, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 1΄ 39΄΄]

Ἀργὴ Καταβασία θ´ ᾩδῆς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δέ, πάναγνε, ὡράθη βροτοῖς Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν.

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 1΄ 44΄΄]

ΑΙΝΟΙ

Εἰς τοὺς Αἴνους, ψάλλομεν τὰ Ἰδιόμελα·

Ἦχος α’.

Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ταπεινωθῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νηστείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελὶς [1]

Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. κ. Βασίλειος Ἐμμανουηλίδης
[ 1΄ 40΄΄]

 

Ἦχος γ’.

Τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου τὸ διάφορον, ἐπιγνοῦσα, ψυχή μου· τοῦ μέν, μίσησον τὴν ὑπερήφανον φωνήν, τοῦ δέ, ζήλωσον τὴν εὐκατάνυκτον εὐχήν, καὶ βόησον· ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελὶς [1]

 

Ἦχος γ’.

ΤΤοῦ Φαρισαίου τὴν μεγάλαυχον φωνήν, πιστοὶ μισήσαντες· τοῦ δὲ Τελώνου τὴν εὐκατάνυκτον εὐχὴν ζηλώσαντες, μὴ τὰ ὑψηλὰ φρονῶμεν, ἀλλ᾽ ἑαυτοὺς ταπεινοῦντες, ἐν κατανύξει κράξωμεν· ὁ Θεὸς ἱλάσθητι, ταῖς ἁμαρτίαις ἡμῶν.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελὶς [1]

 

ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ

Δόξα... Ἦχος πλ. δ´.

Ταῖς ἐξ ἔργων καυχήσεσι, Φαρισαῖον δικαιοῦντα ἑαυτὸν κατέκρινας Κύριε, καὶ Τελώνην μετριοπαθήσαντα, καὶ στεναγμοῖς ἱλασμὸν αἰτούμενον, ἐδικαίωσας· οὐ γὰρ προσίεσαι, τοὺς μεγαλόφρονας λογισμούς, καὶ τὰς συντετριμμένας καρδίας, οὐκ ἐξουθενεῖς· διὸ καὶ ἡμεῖς σοὶ προσπίπτομεν, ἐν ταπεινώσει, τῷ παθόντι δι᾽ ἡμᾶς· Παράσχου τὴν ἄφεσιν καὶ τὸ μέγα ἔλεος.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελίδες [1] [2]

Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
[ 4΄ 26΄΄]

ΚΟΝΤΑΚΙΟΝ

Ἦχος δ´.

Φαρισαίου φύγωμεν ὑψηγορίαν, καὶ Τελώνου μάθωμεν, τὸ ταπεινὸν ἐν στεναγμοῖς, πρὸς τὸν Σωτῆρα κραυγάζοντες· Ἵλαθι μόνε ἡμῖν εὐδιάλλακτε.

Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.

Σελὶς [1]

Τὰ τροπάρια μετὰ τὸν Ν´ ψαλμόν.

Ἐπιστροφή